Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.9.7
Not analysed yet
ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ᾽ ἂν ὀνόματος εἴη διαφορά· δι᾽ ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλλυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι᾽ ἀπεψίαν καὶ τὴν ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπτῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγένηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος εἴτε δι᾽ ἀπεψίαν εἴτε δι᾽ ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά.