Ancient Greek
Book 5, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.9.8
Not analysed yet
δι᾽ ἔνδειαν δὲ κατ᾽ ἄλλον τε τρόπον καὶ ὅταν αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύνανται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου δὲ νόσος καὶ φθορά. παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι᾽ ἀνυδρίαν, οὐδὲ γὰρ τότε διαδιδόασιν. βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν.