Ancient Greek
Book 5, Chapter 9
Theophrastus, Περὶ φυτῶν αἰτιῶν 5.9.9
Not analysed yet
ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. τότε γὰρ διὰ τὴν ἀτροφίαν —ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον —ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ᾽ οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ τῶν μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν.