Ancient Greek · ~4 min
Chapter 1
Theophrastus, Περὶ πυρός 1.3
Not analysed yet
τοῦτο δὲ φαίνεται οὐ καθ᾽ ἕνα μόνον τρόπον ἀλλὰ κατὰ πλείστους. μεγίστη δὲ αὕτη διαφορὰ δόξειεν ἂν εἶναι. τὰ μὲν γὰρ καθ᾽ αὑτὰ καὶ οὐδὲν ἐν ὑποκειμένῳ, πῦρ δὲ, τό γε τῇ περὶ ἡμᾶς αἰσθήσει φανερὸν, εἴτ᾽ ἀριθμητέον εἰς τὸ αὐτὸ τὸ φῶς εἴτε μὴ ἀριθμητέον· εἰ μὲν γὰρ καὶ τὸ φῶς φανερὸν ὡς ἐν ἀέρι γε τοῦτο καὶ ὕδατι, εἰ δὲ μὴ τό γε πῦρ τῆς φλογὸς καὶ τοῦ ἄνθρακος ἐν ὑποκειμένῳ· ἡ μὲν γὰρ καπνὸς κᾳόμενος, ὁ δὲ γεῶδές τι καὶ στερεόν. ὁμοίως δὲ καὶ τὰ ἐν τοῖς μεταρσίοις ἐκπυρούμενα καὶ τὰ ἐν τῇ γῇ· πάντα γὰρ ἢ ἀέρος τοιοὔδε πύρωσις, ἢ ἀέρος ἅμα καὶ ὑγροῦ καὶ γεώδους, ἢ πάντων ἢ τοῖν δυοῖν. ἁπλῶς δ᾽ ἀεὶ καὶ πᾶν καιόμενόν ἐστιν ὥσπερ ἐν γενέσει καὶ τὸ πῦρ ἐν κινήσεως εἴδει καὶ γινόμενον φθείρεταί πως καὶ ἅμα τῷ ὑπολιπεῖν τὸ καυστὸν καὶ αὐτὸ συναπόλλυται.