Ancient Greek · ~3 min
Chapter 1
Theophrastus, Περὶ πυρός 1.4
Not analysed yet
τοῦτο γὰρ ἦν καὶ τὸ παρὰ τῶν παλαιῶν λεγόμενον ὅτι τροφὴν ἀεὶ ζητεῖ τὸ πῦρ ὡς οὐκ ἐνδεχόμενον αὐτὸ παραμένειν ἄνευ τῆς ὕλης. καὶ ἄτοπον φαίνεται πρῶτον αὐτὸ λέγειν καὶ οἷον ἀρχὴν εἰ μὴ οἷόν τ᾽ εἶναι χωρὶς ὕλης· οὔτε γὰρ ἁπλοῦν οὕτω γε, οὔτε πρότερον τοῦ ὑποκειμένου καὶ τῆς ὕλης, εἰ μή τις ἐν αὐτῇ τῇ πρώτῃ σφαίρᾳ τοιαύτη φύσις ὥστε ἄμικτον εἶναι θερμότητα καὶ καθαράν. οὕτω δὲ οὐκ ἂν ἔτι καίοι· πυρὸς δὲ αὕτη φύσις. πλὴν εἰ ἄρα γε πλείους καὶ διάφοροι, καὶ ἡ μὲν πρώτη καθαρὰ καὶ ἄμικτος, ἡ δὲ περὶ τὴν τῆς γῆς σφαῖραν μεμιγμένη καὶ ἀεὶ κατὰ γένεσιν. ἡ δ᾽ ἀρχὴ πότερον ἀπ᾽ ἐκείνης αὐτῷ τῆς γενέσεως ἢ ἀπὸ τῶν ὑποκειμένων ὅταν ἐν κινήσει τοιᾷδε καὶ διαθέσει πρὸς ἄλληλα γένηται, καθάπερ ἀρτίως ἐλέγομεν, ἢ ἀπ᾽ ἀμφοῖν;