Ancient Greek
Chapter 1
Theophrastus, Περὶ πυρός 1.9
Not analysed yet
τὰ δὲ τούτων πρότερα μιχθέντα μείζους ἔχει ζητήσεις ὥσπερ εἴπομεν. ἐκεῖνο δ᾽ ἐξ ἀπάντων φανερὸν ὡς ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει καὶ πλείστας δυνάμεις, καθάπερ ἐν ἀρχῇ τῶν λόγων ἐλέχθη. καὶ γὰρ αὐτὸ τὸ πολυειδὲς αὐτοῦ καὶ διειλημμένον ἐν ἅπασι τοῖς τόποις ἰδιότητα μηνύει τῆς φύσεως. οὐδὲν γὰρ δὴ τῶν ἄλλων οὔθ᾽ οὕτω πολυειδὲς οὔτ᾽ ἀνώμαλον ταῖς δυνάμεσιν οὔτ᾽ αὐτῇ τῇ φύσει διάφορον οὔτε διῆκον εἰς πάντας καὶ καταμεμερισμένον τοὺς τόπους. ἀφέντας γοῦν τὰ μείζω καὶ τὰ πρότερα πειρατέον ὑπὲρ τῶν ἐλαττόνων λέγειν ἀρξαμένους ἀπὸ τῆς γενέσεως ὑφ᾽ αὑτοῦ καὶ φθορᾶς·