Ancient Greek
Chapter 2
Theophrastus, Περὶ πυρός 2.10
Not analysed yet
Ληπτέον δὲ εἰς ταῦτα τὸ μικρῷ πρότερον εἰρημένον, ὃ καὶ τῇ αἰσθήσει φανερὸν, ὡς ἐν ὑποκειμένῳ πως ἡ φύσις αὐτοῦ καὶ τὸ ὃλον ἀλλοιουμένῳ καὶ πάσχοντι. τούτου γὰρ τεθέντος εὐοδοίη ἂν καὶ ἡ γένεσις καὶ ἡ φθορά. γεννᾷ μὲν γὰρ τῷ ἐπὶ πλεῖον ἀεὶ προϊέναι καῖον καὶ ἐξομοιούμενον. συμβαίνει δὲ καὶ ἀπόλειψίν τινα αὐτοῦ γίνεσθαι καταναλισκομένης τῆς ὑγρότητος τῶν πρότερον πυρουμένων. φθείρει δὲ ὅταν πλησίον τεθῇ τὸ πλεῖον τὸ ἔλαττον, εἴτε τὴν τροφὴν ἀφαιρούμενον εἶτ᾽ οὖν ἐξαεροῦν τὴν ἀρχὴν καὶ καταμαραῖνον τῷ ὑπερισχύειν· οὔτε γὰρ ἄνευ ὑγρότητος οὐδὲν καυστὸν οὔτε ταύτης ἐνυπαρχούσης ἐὰν μὴ ἔχῃ δύναμιν τὴν ἐργασομένην.