Ancient Greek · ~2 min
Chapter 10
Theophrastus, Περὶ πυρός 10.65
Not analysed yet
Ἐπεὶ δὲ ἄνευ ὑγρότητος ἢ ἀναθυμιάσεώς τινος οὐκ ἔστι θερμότης διὰ τοῦθ᾽ ἡ κονία καίει μᾶλλον ἢ καὶ ἁπλῶς ὕδατος ἐπιχεομένου· ἔστι γὰρ ὕλη τῷ ἐγκαταλελειμμένῳ πυρὶ ὥσπερ ἐλλύχνιον· καὶ οὐθ᾽ ἡ παλαιὰ σφόδρα οὔθ᾽ ἡ λεία ἀλλ᾽ ἡ ἀρτίκαυστος καὶ βωλοειδής· τῆς μὲν γὰρ ὁ χρόνος ἐξῄρηται διὰ τὴν ἀναπνοὴν, ἡ δὲ μικρομερὴς ἄγαν ὀλίγον ἔχει μικρὸν δὲ ὂν τὸ πῦρ ἀσθενές.