Ancient Greek
Chapter 9
Theophrastus, Περὶ πυρός 9.64
Not analysed yet
ἅπτεται δὲ βέλτιον ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα διότι ξηρότερα ὄντα θᾶττον καὶ δι᾽ ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐκ τῶν τυχόντων ξύλων ἀλλ᾽ ἐξ ὡρισμένων τινῶν γίνεται· δεῖ γὰρ ἔχειν τινὰ συμμᾶτρίαν. ἄριστα δὲ οἱ μὲν ἐκ κιττοῦ φασίν, οἱ δ᾽ ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν τὸ δὲ τρύπανον δάφνης· οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ᾽ ἕτερον εὐθὺς κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου καὶ μᾶλλον εἰς τὴν ἐσχάραν· πρὸς δὲ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχει, δεῖ δὲ τοῦθ᾽ ὑπάρχειν ἵν᾽ ἡ τρίψις ἰσχύῃ· τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι, διὸ τῆς δάφνης ἄριστον· ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ