Ancient Greek · ~3 min
Chapter 12
Theophrastus, Περὶ πυρός 12.72
Not analysed yet
δύσκαπνα δὲ τῶν ξύλων τά τε χλωρὰ καὶ τὰ σκολιὰ καὶ τὰ ταινιώδη καθάπερ ὁ φοῖνιξ· εὔϊνον γὰρ δεῖ καὶ εὐδιαίρετον εἶναι τῇ φλογί. διὸ καὶ τὰ ἐσχισμένα τῶν ἀσχίστων εὐκαυστότερα· κωλύει γὰρ ὁ φλοιός. καὶ ἐάν τις κινῇ καὶ μετατιθῇ καιόμενα καπνωδέστερα, ὅτι συμβαίνει τὰ μὲν μεταστραφέντα σβεννύεσθαι τὰ δὲ μὴ καίεσθαι προσπίπτοντος ἄρτι τοῦ πυρὸς ἀλλ᾽ ὅλα καπνίζειν· ἔνια δὲ καὶ τῶν εὐκαύστων περιφλοϊσθέντα πολὺ καυστότερα γίνεται καθάπερ τὰ ἐλάϊνα. διὸ καὶ οὐ πολύν χρόνον φασὶ δεῖν φυσᾷν ἐὰν μὴ πλῆθος ᾖ ξύλων. ἡ δὲ δριμύτης τοῦ καπνοῦ κατὰ τὴν ὑγρότητα τὴν κάστου, διὸ καὶ ἀπὸ τῶν συκίνων δριμύς· ὀπωδέστατον γάρ. ὁ δὲ τῆς δᾷδος καὶ πεύκης οὐ δηκτικὸν ὅτι πίων καὶ ἐλαιώδης ὥσπερ ὁ καπνὸς συκινὸς̣ οὐχ ἔχων οὐδὲν τραχὺ καὶ