Ancient Greek
Chapter 13
Theophrastus, Περὶ πυρός 13.73
Not analysed yet
Ὅτι δ᾽ ἀπὸ μὲν τοῦ ἡλίου φως ἅπτουσι τῇ ἀνακλάσει ἀπὸ τῶν λείων —συμμιγνύουσι δὲ τὸ ὑπέκκαυμα —ἀπὸ δὲ τοῦ πυρὸς οὐχ ἅπτουσι αἴτιον ἥ τε λεπτομέρεια καὶ ὅτι συνεχὲς γίγνεται μᾶλλον ἀνακλώμενον, τὸ δ᾽ ἀδυνατεῖ διὰ τὴν ἀνομοιότητα. ὥστε τὸ μὲν τῷ ἀθροισμῷ καὶ τῇ λεπτότητι διαδυόμενον εἰς τὸ ἔκκαυμα δύναται καίειν τὸ δ᾽ οὐδέτερον ἔχον οὐ δύναται. ἐξάπτεται δὲ ἀπό τε τῆς ὑέλου καὶ ἀπὸ τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου τρόπον τινα ἐργασθέντων, οὐχ, ὥσπερ Γοργίας φησὶ καὶ ἄλλοι δέ τινες οἴονται, διὰ τὸ ἀπιέναι τὸ πῦρ διὰ τῶν πόρων.