Ancient Greek
Chapter 2
Theophrastus, Περὶ πυρός 2.13
Not analysed yet
πολλὰ δὲ τοιαῦτα ἐπὶ τοῦ θερμοῦ λαβεῖν ἔστιν οἷον καὶ τὰ ἀλειπτήρια καὶ τὰ βαλανεῖα θερμότερα χειμῶνος ἢ θέρους καὶ βορείοις ἢ νοτίοις· συνέσταλται γὰρ ἐν τῷ χειμῶνι καὶ συγκατακλείεται τὸ θερμὸν ὑπὸ τοῦ πέριξ ἀέρος. καὶ τὰ σώματα πέττει τὰς τροφὰς μᾶλλον καὶ ὅλως ἰσχυρότερα τοῖς χειμῶσίν ἐστιν ὅτι συνήθροισται καὶ ἀντιπεριέστηκε τὸ θερμόν.