Ancient Greek
Chapter 2
Theophrastus, Περὶ πυρός 2.14
Not analysed yet
ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ τὸ ψυχρὸν ἐνιαχοῦ δοκεῖ τὸ αὐτὸ ποιεῖν τῷ θερμῷ καὶ ἁπλῶς καὶ ταῖς ὑπερβολαῖς· πέττειν τε γὰρ τοὺς καρπούς φασι τὰ ψύχη, καὶ ἀποκαίειν καὶ τὸ καῦμα καὶ τὸ ψύχος, οὐκ ἀληθῆ λέγοντες. ἀποκαίει γὰρ οὕτω καὶ πέττει τὸ ψψύχος οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς ὅτι συστέλλει καὶ συνάγει τὸ θερμὸν τὸ ἐργαζόμενον ἐκεῖνο· πλέον δὲ ὂν καὶ ἰσχυρὸν μᾶλλον.