Ancient Greek · ~2 min
Chapter 2
Theophrastus, Περὶ πυρός 2.15
Not analysed yet
ἡ αὐτὴ δὲ αἰτία καὶ ὅτι τοῖς λειποψυχήσασι ψυχρὸν ὕδωρ προσχέουσι ψυχροῦ τοῦ πάθους ὄντος· συνάγει γὰρ καὶ ἐξιέναι κωλύει τὸ θερμὸν ἔμφραττον τοὺς πόρους καὶ καταύχον τὸ πέριξ· ἀθροῖσαι γὰρ τοῦτο δεῖ καὶ ἀνακαλέσασθαι. διὸ καὶ κατέχειν τινὲς κελεύουσι τὸ πνεῦμα τοὺς ἐκλυομένους· ἅμα γὰρ διαθερμαίνεταί τε τὸ ἐντὸς καὶ ὁ ἱδρὼς ἐμπίπτων λύει τὴν λειποθυμίαν. ψύχεται δὲ τὰ θερμὰ ἧττον ἐν τῇ σκιᾷ ἢ τῷ ἡλίῳ διὰ τὸ ψυχρότερον εἶναι τὸ περιεστηκός· ἐκθλίβεται γὰρ μᾶλλον τὸ θερμόν.