Ancient Greek · ~2 min
Chapter 3
Theophrastus, Περὶ πυρός 3.20
Not analysed yet
Φθοραὶ γὰρ πυρὸς πλείους· ἡ μὲν ὥσπερ φυσική τις ἐξαναλισκομένου τοῦ ὑγροῦ καὶ ἁπλῶς τοῦ καυστοῦ· τότε γὰρ ὥσπερ φθίνει καὶ μαραίνεται. αἱ δ᾽ ἔξωθεν. ὧν ἓν μέν τι γένος αἱ ὑπὸ τῶν ὁμογενῶν ἃς ὀλίγῳ πρότερον εἴπομεν. ἄλλαι δὲ ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μᾶλλον οἰκεῖαι δόξασαι τῶν ὑπὸ τοῦ ὁμογενοῦς· τὰ γὰρ ἐναντία φθαρτικὰ φύσει τῶν ἐναντίων. διὸ δὴ καὶ ἡ προσπίπτουσα ψυχρότης εἰς τὸ τετεφρωμένον πῦρ σβέννυσιν.