Ancient Greek · ~3 min
3.21 to 3.22
Theophrastus, Περὶ πυρός 3.21-22
Not analysed yet
ἡ δ᾽ ὑγρότης καὶ θερμὴ καὶ ψυχρὰ οὖσα διαδύεται καὶ καταφθείρει τὴν ἀρχήν· ἐπεὶ καὶ ἡ φύσει καυστὴ καθάπερ ἡ λιπαρὰ πλείων ἐπιρρέουσα τῆς ἱκανῆς. ἔτι τοῦ τε φλογώδους καὶ ὑπὸ πνεύματος μεγέθους· καὶ γὰρ οὗτος σβέννυται φθειρόμενος καὶ οὐχ ὥσπερ κατισχυομένης τῇ μείζονι κινήσει ἀλλὰ τρόπον τινὰ καταφθειρομένης καὶ ἐνταῦθα τῆς ἀρχῆς. διὸ καὶ ὅταν ἐπιτεθῇ τι τοῖς λύχνοις ἧττον σβέννυνται· καὶ οὕς γε δὴ νῦν ποιοῦσι τοὺς χαλκοῦς, οἷς ἐπὶ τῶν λύχνων χρῶνται, τὸ ὅλον οὐδὲ σβέννυνται πλὴν ἐὰν ἔκτοπον ἐπιγένηται πνεῦμα· οὐ γὰρ ἔχον οὐδαμῆ παρείσδυσιν οὐχ ἃπτεται τῆς ἀρχῆς· ἓως δ᾽ ἂν αὕτη μένῃ καθάπερ ὕδατος πηγὴ μώνει καὶ ἡ φλόξ.