Ancient Greek · ~2 min
Chapter 3
Theophrastus, Περὶ πυρός 3.24
Not analysed yet
διὰ τοῦτο δὲ καὶ τὸν πνιγμὸν ποιεῖ τοῖς ἐργαζομένοις ὁ ἀὴρ ὅτι παχύς τε καὶ ἠρεμῶν· οὐ γὰρ διαδίδωσι τῇ ἐκπνοῇ. διὸ καὶ τὰ ψυχαγωγεῖα ποιοῦσιν ὅπως λεπτύνηται τῇ κινήσει καὶ ἅμα μεταβάλλων διδῷ χώραν. ὅτι δὲ ὁ παχὺς δύσπνους φανερὸν μὲν καὶ ἁπλῶς λεχθὲν, οὐ μὴν ἀλλὰ καὶ ὁμιχλώδη καὶ θολερώδη διαμαρτυροῦσι· καὶ τούτων μὲν τοιαύτας ἄν τις ὑπολάβοι τὰς αἰτίας.