Ancient Greek · ~2 min
Chapter 3
Theophrastus, Περὶ πυρός 3.25
Not analysed yet
ὅτι δὲ ἡ ἀρχὴ φθειρομένη κυριωτάτη πρὸς τὴν σβέσιν κἀκεῖθεν φανερόν. τὴν γὰρ πίτταν καιομένην τὸ μὲν ὕδωρ οὐ σβέννυσι τὸ δ᾽ ἔλαιον σβέννυσιν ὅτι διαδύεται λεπτότερον ὂν πρὸς τὴν ἀρχὴν· καίτοι μάλιστα εὔκαυστον. ἀλλ᾽ ὅτε ἂν ἀπολάβῃ καὶ θλίβῃ ταύτην ἔσβεσεν, ὥσπερ καὶ τοὺς λύχνους πλεῖον ἐπιρρέον πάλιν δὲ τὸ ὄξος σβεστικώτερον τοῦ ὕδατος διὰ τὴν αὐτὴν αἰτίαν θερμότατον ὂν τῶν λοικῶν· εἰσδύεται γὰρ μάλιστα καὶ πλεῖστον ὥστε θιγγάνειν τῆς ἀρχῆς. οὐ γὰρ ᾗ ψυχρὸν σβέννυσι πάντως τὸ ψυχρὸν —τοῦτο δὲ δῆλον ὅτι καὶ τὸ ζέον ὕδωρ —,ἀλλ᾽ ᾗ τὴν ἀρχὴν ἐπικλείει καὶ καταλαμβάνει.