Ancient Greek · ~2 min
Chapter 4
Theophrastus, Περὶ πυρός 4.36
Not analysed yet
διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ βαδίζοντες ἧττον καίονται τῶν καθημένων καὶ οἱ τρέχοντες ἔτι τούτων. ἅμα δὲ ἴσως τούτοις γε καὶ ἡ ἀπὸ τῆς κινήσεως τοῦ ἀέρος γινομένη ῥίπισις ποιεῖ τινὰ κατάψυξιν. ἔχει δὲ καὶ πρὸς τὰς τήξεις καὶ πρὸς τὰς ἑψήσεις καὶ τὰ ἄλλα τοιαῦτα μεγάλας ἕκαστα πρὸς τὰ ὑποκείμενα διαφορὰς, οἷον ὅσῳ μαλακωτέρας θερμότητος ἢ μὴ σκληρὰς, ἢ πάλιν ὅσῳ καὶ σφοδροτέρας καὶ ἀθροωτέρας· ἀπὸ μὲν γὰρ τῶν μαλακῶν καὶ μανῶν μαλακώτερον τὸ θερμὸν ἀπὸ δὲ τῶν σκληρῶν καὶ πυκνῶν σφοδρότερον.