Ancient Greek · ~2 min
Chapter 4
Theophrastus, Περὶ πυρός 4.37
Not analysed yet
διὸ καὶ οἱ ἰατροὶ τοὺς ἥλους καίουσι τῷ ἀχύρῳ· μαλακωτάτη γὰρ ἡ ἀπὸ τούτου θερμότης. ὁμοίως δὲ καὶ ἐν ταῖς πυριάσεσι καὶ τοῖς ἀλείμιμασιν· ἀπὸ τοιούτων γὰρ ζητοῦσι τὰς θερμότητας. σχεδὸν δὲ καὶ αἱ ἄλλαι τέχναι κατὰ λόγον. αἷς μὲν οὖν ὥσπερ μάλαξις ἢ τῆξις ἢ καὶ διάλυσίς τις κατὰ μικρὸν, τὴν λεπτὴν διώκουσι καὶ μαλακήν. αἷς δ᾽ ὥσπερ βιαιοτέρα τις χρῆσις ὥσπερ τῇ χαλκευτικῇ τὴν σφοδροτάτην. διὸ καὶ τοὺς ἄνθρακας τοὺς γεωδεστάτους καὶ πυκνοτάτους λαμβάνουσι, καὶ ἐνίους γε στιπτοὺς ποιοὐσιν ἕνεκα τῆς ἰσχύος, καὶ ἔτι ταῖς φύσαις χρῶνται· σφοδροτέρα γὰρ οὕτως ἡ θερμότης καὶ ἀθροωτέρα συνεκκαίοντος τοῦ πνεύματος.