Ancient Greek
Chapter 4
Theophrastus, Περὶ πυρός 4.38
Not analysed yet
ἐν τούτῳ δ᾽ οὖν τῷ γένει καὶ ἐκεῖνο τὸ ἀπορούμενον ὅτι ὁ μὲν ἥλιος μελαίνει τὴν σάρκα, τὸ δὲ πῦρ οὕ. συμβαίνει γὰρ τὴν μὲν τοῦ ἡλίου θερμότητα λεπτὴν οὖσαν καὶ μαλακὴν εἰσάγεσθαι κατὰ μικρὸν εἰς τοὺς πόρους καὶ ὥσπερ ἀναθυμιᾷν καὶ ἐπικαίειν τὰ ἐπιπολῆς, διὸ καὶ ἄλυπος ὥστε ὑπομένειν· τὴν δὲ τοῦ πυρὸς παχυτέραν καὶ σφοὑροτέραν οὖσαν διαθερμαίνουσαν μᾶλλον παραχρῆμα μὲν ἀνιόντος τοῦ αἵματος ποιεῖν εὔχροιαν, ὕστερον δ᾽ οὐ διαμένειν· οὐ μὴν ἀλλ᾽ ἐάν τις τούτῳ σφοδρότερον χρήσηται καὶ κατακαύσῃ μελαίνει· μέλανα γὰρ τὰ πυρίκαυστα καὶ ὅλως τὰ κατακαιόμενα.