Ancient Greek · ~2 min
Chapter 7
Theophrastus, Περὶ πυρός 7.52
Not analysed yet
ἀπορεῖται δὲ τοῦτο διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυραμοειδές ἐστι. καί φησι Δημόκριτος μὲν περιψυχομένων μὲν αὐτοῦ τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι. ἕτεροι δέ τινες τῶν παλαιῶν ὑπὸ τῆς τοῦ προσπίπτοντος πνεύματος κινήσεως περισχίζεσθαι —τό τε γὰρ ἐπάνω τῆς φλογὸς ἀσθενέστερον εἷναι καὶ ἐν πλείστῃ κινήσει —ἀλλ᾽ οὐ περιψύξει εἰ γὰρ τῷ περιψύχειν, τοῖς κάτω δεῖν ὡσαύτως γίνεσθαι· οἱ δ᾽ οὐδ᾽ ἕτερον τούτων, εἰ δὲ, μᾶλλον ὑπὸ τῆς κινήσεως ἢ περιψύξεως ἀποξύνεσθαι.