Ancient Greek · ~2 min
Chapter 7
Theophrastus, Περὶ πυρός 7.53
Not analysed yet
γελοία δὲ ὅλως καὶ τούτοις ἡ τοῦ προσπίπτοντος ἀέρος κίνησις· ὑφ᾽ αὐτοῦ γὰρ κινεῖται τὸ πῦρ καὶ μᾶλλον κινεῖ τὸν ἀέρα ἢ ὑπ᾽ ἐκείνου κινεῖται τῷ ὠθεῖν· ἐπεὶ καὶ εὐδίας οὔσης οὐδὲν ἧττον ἡ ὀξύτης τῆς φλογός. ἔτι δὲ ἄτοπος ὁ περισυρμὸς ὥσπερ κούφων τινῶν καὶ ἐπιπολαίων ἐπόντων. χρὴ γὰρ τοῦτο πανταχόθεν ὁμοίως συμβαίνειν καὶ πνεύματος ὄντος μείζονος μᾶλλον. νῦν δ᾽ ἐν ταῖς ἀπνοίαις ἀποκορυφοῦται μάλιστα ἡ φλὸξ ἅτε καὶ οὐ κωλυομένη τῷ πνεύματι ὅπερ διακωλύει τὴν ἐπ᾽ ὀρθὸν φορὰν ἀλλὰ περικλᾷ καὶ μεταρρίπτει.