Ancient Greek
Chapter 7
Theophrastus, Περὶ πυρός 7.54
Not analysed yet
τοῦτο μὲν οὖν πρὸς τῷ μὴ ἀληθὲς οὐδ᾽ ἄγαν συνετόν. εἰ δ᾽ ἐν φορᾷ τινὶ καὶ ῥύσει τὸ πῦρ, ἀεὶ δὲ τῶν ῥεόντων εἰς ἔλαττον ἡ ἀποτελεύτησις μὴ γινομένης ἄλλοθεν ἐπιρροῆς, ἀναγκαῖον εἰς τὸν πλείω τόπον διατεινόμενον καὶ τὸ συνεχὲς διατηροῦν ἀποστενοῦσθαι μᾶλλον. ὥστε τοῦτο ἂν εἴη καὶ τῆς φλογὸς αἴτιον εἰς τὸν σχηματισμόν· ἡ γὰρ ἀρχὴ κάτωθεν ἰσχυροτάτη καὶ πλείστη, μετὰ δὲ ταῦτα ἐλάττων ἀεὶ καὶ ἀπολήγουσα ἀσθενεστέρα διασώζουσα δὲ τὸ συνεχές.