Ancient Greek · ~2 min
Chapter 8
Theophrastus, Περὶ πυρός 8.57
Not analysed yet
Φθοραὶ δὲ γίνονται πλείους τοῦ πυρός· πειρατέον δ᾽ εἰς ἑκάστην τούτων ἀνάγειν κατὰ μέρος οἷον καὶ τὰ τοιάδε. διὰ τί τὰ τὴν σάρκα καίοντα τὴν κοιλίαν οὐ καίει οὐδὲ τὰ στόματα ὁμοίως; διὰ τί δὲ τοὺς λύχνους τινὲς εἰς τὰ στόματα λαμβάνοντες ἀποσβεννύοντες οὐ καίονται; διὰ τί δὲ τοὺς διαπύρους ὀβελίσκους σφοδροτέρως πιέσαντες ἧττον καίονται; διὸ καὶ οἱ διὰ τοῦ πυρὸς βαδίζοντες πρὸς τοῖς ἄλλοις οἷς παρασκευάζονται καὶ τοῦτό φασι δρᾷν· καὶ διὰ τί τὰ κατακαύματα τῷ θερμῷ καθίσταται καὶ κωλύει φλυκταίνας αἴρεσθαι;