Ancient Greek · ~2 min
Chapter 8
Theophrastus, Περὶ πυρός 8.58
Not analysed yet
πάντα γὰρ ταῦτα καὶ εἴ τι τούτοις ὅμοιον εἰς ἐκείνας πίπτει τὰς αἰτίας, εἴς τε τὴν τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεσθαι καὶ μαραίνεσθαι καὶ εἰς τὸ συνθλίβειν τε καὶ καταμαραίνειν τὴν ἀρχήν. τοῦτο γὰρ ποιεῖ καὶ τὰ στόματα καὶ ἡ κοιλία καὶ ἡ πίεσις· οὐκ ἐᾷ γὰρ ἀπορρεῖν, μὴ ἀπορρέον δὲ ἧττον καίει· τούτῳ γὰρ ἡ δύναμις· ἐπεὶ καὶ θλίβοντες οὗτοι καὶ μεταβάλλοντες τοὺς ἄνθρακας τῇ ἀποπιέσει σβεννύουσιν.