Ancient Greek · ~2 min
Chapter 9
Theophrastus, Περὶ πυρός 9.63
Not analysed yet
Διὰ τί δ᾽ ἐκ μὲν ξύλων γίνεται πυρεῖα καίπερ οὐκ ἐκπηδῶντος πυρὸς, ἐκ δὲ λίθων ἐκπηδῶντος ἧττον γίνεται; τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς, ἐκ πολλῶν γὰρ γίνεται μᾶλλον καὶ θᾶττον. οὐ μὴν ἀλλ᾽ εᾶπερ, ἐκείνην ὑποληπτέον τὴν αἰτίαν ὅτι τὸ μὲν ξύλον εὐθύς ὑπεκκαῖον ἔχει συγγενῶν ἐνόντων τῷ πυρί· κἂν μὴ παρῇ τοιοῦτον, θᾶττον πυροῦται δι᾽ ἀσθένειαν· ὁ δὲ λίθος οὐκ ἔχει κατάξηρος ὤν. διὸ καὶ τῷ ἐκπηδῶντι εὐθύς πεπυρωμένον προσάγουσιν.