Ancient Greek
Section 2
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 2
Not analysed yet
ἀρχὴ δὲ ποτέρα συναφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς φύσεως, ἢ οὐδεμία, ἀλλ᾽ ὥσπερ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς τὴν πᾶσαν οὐσίαν. εὐλογώτερον οὖν εἶναί τινα συναφὴν καὶ μὴ ἐπεισοδιῶδες τὸ πᾶν, ἀλλ᾽ οἷον τὰ μὲν πρότερα τὰ δὲ ὕστερα, καὶ ἀρχὰς τὰ δ᾽ ὑπὸ τὰς ἀρχὰς, ὥσπερ καὶ τὰ ἀΐδια τῶν φθαρτῶν. εἰ δ᾽ οὖν οὕτω, τίς ἡ φύσις αὐτῶν καὶ ἐν ποίοις;