Ancient Greek
Section 25
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 25
Not analysed yet
μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι᾽ αἰτίου θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες. ὅταν δὲ ἐπ᾽ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνωμεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰτίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ᾽ ἐκεῖνο ἀληθέστερον ὡς αὐτῷ τῷ νῷ ἡ θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ, διὸ καὶ οὐκ ἔστιν ἀπατὴ περὶ αὐτά.