Ancient Greek · ~2 min
Section 28
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 28
Not analysed yet
ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώυις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ᾽ ἐν τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κίνησιν. ὑπὲρ δὲ τοῦ πάνθ᾽ ἕνεκά του καὶ μηθὲν μάτην, ἄλλως θ᾽ ὁ ἀφορισμὸς οὐ ῥᾴδιος καθάπερ πλεονάκις λέγεται —πόθεν δ᾽ ἄρξασθαι χρῆν καὶ εἰς ποῖα τελευτᾶν; —καὶ δὴ τῷ ἔνια μὴ δοκεῖν ἔχειν οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ᾽ ἀνάγκῃ τινὶ καθάπερ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς περὶ τὴν γῆν πλείοσι.