Ancient Greek
Section 30
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 30
Not analysed yet
καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας. ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα ζητήσειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ ποιοῦσι προτέροις καὶ τιμιωτέροις. ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.