Ancient Greek
Section 5
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 5
Not analysed yet
τοιαύτης δʼ οὔσης τῆς ἀρχῆς ἐπείπερ συνάπτει τοῖς αἰσθητοῖς ἡ δὲ φύσις ὡς ἁπλῶς εἰπεῖν ἐν κινήσει καὶ τοῦτʼ αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην τῆς κινήσεως· ἐπεὶ δʼ ἀκίνητος καθʼ αὐτὴν φανερὸν ὡς οὐκ ἂν εἴη τῷ κινεῖσθαι τοῖς τῆς φύσεως αἰτία ἀλλὰ λοιπὸν ἄλλῃ τινὶ δυνάμει κρείττονι καὶ προτέρᾳ· τοιαύτη δʼ ἡ τοῦ ὀρεκτοῦ φύσις, ἀφʼ ἧς ἡ κυκλικὴ ἡ συνεχὴς καὶ ἄπαυστος. ὥστε κατ᾽ ἐκεῖνο λύοιτο ἂν τὸ μὴ εἶναι κινήσεως ἀρχὴν ἢ εἰ κινούμενον κινήσει.