Ancient Greek · ~2 min
Section 9
Theophrastus, Ἐκ τῶν μετὰ τὰ φυσικά 9
Not analysed yet
εἰ δ᾽ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ᾽ ἧς καὶ ἡ ὄρεξις. τάχα δὲ καὶ τοῦτ᾽ ἄν τις ἐπιζητήσειε διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικὰ, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄντων, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου. ἀλλὰ τοῦτό γ᾽ ἄτοπον εἰ δι᾽ ἀσθένειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειε τοῦ Ὁμήρου Διὸς ὅς φησιν αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ. ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι.