Ancient Greek
18 to 20
Theophrastus, Χαρακτῆρες 18-20
Not analysed yet
ἀμέλει δὲ καὶ συναγόντων παρʼ αὐτῷ, ὑποθεῖναι τῶν παρʼ ἑαυτοῦ διδομένων ξύλων καὶ φακῶν καὶ ὄξους καὶ ἁλῶν καὶ ἐλαίου τοῦ εἰς τὸν λύχνον. καὶ γαμοῦντός τινος τῶν φίλων καὶ ἐκδιδομένου θυγατέρα, πρὸ χρόνου τινὸς ἀποδημῆσαι, ἵνα μὴ προπέμψῃ προσφοράν. καὶ παρὰ τῶν γνωρίμων τοιαῦτα κίχρασθαι, ἃ μήτʼ ἂν ἀπαιτήσαι μήτʼ ἂν ἀποδιδόντων ταχέως ἄν τις κομίσαιτο.