Ancient Greek
4 to 7
Theophrastus, Χαρακτῆρες 4-7
Not analysed yet
ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας· ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα· καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν· ἡ δὲ πονηρία οὐδὲν ὁμοία· σημεῖον δέ· τῇ γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ. καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι. καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν. οὕτως ὁ τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.