Ancient Greek
865.1
Theophylactus Simocatta, Epistulae 865.1
Unproofread scanNot analysed yet
ἵνα μὴ πού δόξῃς καὐτὸς λίθῳ τὴν ἀνθρωπεῖαν φύσιν ἀμείβεσθαι. κς'. Κεκροπίς Δεξικράτει. Τὴν μαγνητὶνν λίθον ἐρᾶν τοῦ σιδήρου φασί, καὶ τοσοῦτον ζῆν ἱστοροῦσι τὴν λίθον, ὅσον τῷ ἐρωμένῳ καὶ σύνεστιν. ὀπηνίκα γὰρ ἡ λίθος τοῦ ὁμοζύγου χωρίζεται, παραυτίκα νεκροῦται καὶ τὴν ἑαυτῆς ἐνέργειαν ἀποτίθεται. τοιαύται προσπάθειαι, Δεξικράτες, καὶ τοῖς ἀψύχοις ἐγγίνονται. ἐγὼ δὲ τί ἂν πάθωμι, φίλτατε, ἐπὶ τοσοῦτον ἀπολυμπανομένη τῆς σῆς ἐνδημίας; οἴμαι καὶ τὸ φράσαι τοῦ παθεῖν χολεπώτερον. οὕτω λυπήσαιμι τοὺς λυπήσαντας καὶ βέλος γενοίμην τοῖς ἐμοῖσι. σπινθὴρ ἀρροδίσιος Αἰτναίας φλογὸς φλογωδέστερος.