Ancient Greek
874.8
Theophylactus Simocatta, Epistulae 874.8
Unproofread scanNot analysed yet
πείρα μαθόντα καὶ γεννήσεως σχέσιν καὶ στοργῆς ἀλγηδόνας. ἐπεποίητο, καὶ τοῖς κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τρο-φήν ἐθησαύριζεν, οἷα προμηθέστερος ὧν ὁ μύρμηξ τοῦτέττιγος. παραχρῆμαι τοίνυν ἐκ τῶν βορείων ὁ ἥλιος,ἀπὴν τὸ μεσότροπον, καὶ ὁ χειμὼν ἐπεφοίτα τῇ γῇ, ἡδὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο. οἱ πλοι-τῆρες τοὺς λιμένας ὡς σωτῆρας ἠσπάζοντο, ὁ γεωρ-γὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε, καὶ ὁ μύρμηξ ἐνταῖς λαγύσι τῆς γῆς τοὺς πόνους εἶχεν ἐστίασιν ἐπιτή-δειον. ἱκέτευε δὲ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκατῶν θησαυρῶν μετασχεῖν· ὁ δὲ τὸν μελωδὸν τῶν ἑαυ-τοῦ θυρῶν ἀπεπέμπετο, πολὺν αὐτοῦ τῆς ἀργίας κα-ταχέων τὸν γέλωτα, καὶ τῶν θερινῶν ἀσμάτων αὐτὸνἀνεμύμνησε. διόπερ δὲ μὲν εἶχε λιμὸν τὴν ὥρην, ὁδὲ τοὺς πόνους τροφήν. Ἄρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὧνἀθλιώτερος εἴ τοῦ πυρέσσοντος, ἐσθίων μάτην διπλά-σια. ἀπαγε δῆτα τῆς ἀργίας, ὧ βέλτιστε. τὰ τῆςφύσεως δῶρα κατήσχυνας, τηλικαύτην βίωμην καὶ εὐ-ρωστίαν τοῦ σώματος ἀκόσμητον παρεῖδον, ἐπιστήμηνπόνων ἀσχεῖν μὴ βουλόμενος.