Ancient Greek
879.6
Theophylactus Simocatta, Epistulae 879.6
Unproofread scanNot analysed yet
π' Κορυδὼν Ἀμπελῶνι. Οὐχ ἔστι τι γεωργῶν ἀθλιώτερον. τυραννοῦμεθα καὶ τοῖς ἀνέμοις οἱ τάλανες. ἀπόλυσιν ὁ νότος ἡμᾶς, τοὺς ἀστάχυας ἐξίτηλους μοι ἀπειργάσατο, τὴν ἄμπελον ἐλυμήνατο καὶ τὰς βᾶγας διεφθείρε, καὶ πρὸς δικαστήριον ἔλκειν οὐχ οἷός τ' εἰμὶ τὸν λυπήσαντα. διὸ καὶ τὸ δρέπανον καὶ τὴν ἄμην ἀπόσωμαι, ἀοτίδα δὲ καὶ ξίφος καὶ κράνος ἀράμενος στρατιώτης γενήσομαι, καὶ τὴν τέχνην ἀμείψας τὴν τύχην σοφίσομαι.