Ancient Greek
880.2 to 880.6
Theophylactus Simocatta, Epistulae 880.2-6
Unproofread scanNot analysed yet
πγ'. Ἀνῦνο· Ἀμπελίνο. Ὁ τρυγητὸς ἤδη προκέχυφε, καὶ ὁ βότρυς γλεύκους πεπλήρωται. περιφρουρεῖ γοῦν τὴν λεωφόρον κάλλιστα, καὶ τὴν Κρήσσαν κύνα συνέριθον κέκτησο· ὁδίτου γὰρ χεῖρες ἀχολαστοὶ καὶ γεωργικούς ἰδρώτας ἀδικεῖν ἐτοιμότηται. πδ'. Χρυσίππῃ Σωσιπάτρῳ. Ἐρωτικοῖς δικτύοις οὐχ ἕαλως, Σωσίπατρε, τῆς Ἀνθοῦσης ἐραίν. φρονίμων ὀφθαλμῶν ἐστὶ τεκμήριον νεανίδος ἐραῶν εὐπρεποῦς. μὴ στέναζε κάλλει νικώμενος· μεῖζονα γὰρ τῶν πόνων τὴν ἀπόλαυσιν ἔξεις. ἐρωτικὸν δάκρυον προσήνες· ἡδονὴ γὰρ τὰ τῆς ἀνίας κεκέραται, καὶ τέρπουν λυποῦντες οἱ Ἐρωτες· ποικίλοις γὰρ πάθεσιν ὁ τῆς Ἀφροδίτης κειτὸς ἔχεχαρακται. πε'. Πλάτων Διονυσίῳ. Εἰ λύπης θέλεις κρατεῖν, περιπάλει τοὺς τάφους, καὶ τοῦ πάθους ἕξεις τὸ φάρμακον, καὶ τὰς μεγίστας τῶν ἀνθρώπων εὐδαιμονίας ἐπόμεν περαιτέρω κόνεως μὴ κεκτημένας τὸ φύσημα.