Ancient Greek
482
Theophylactus Simocatta, Excerpta de legationibus 482
Unproofread scanNot analysed yet
Ὃτι Χοσρόης ὁ Περσῶν βασιλεὺς ἡττηθεὶς, καὶ ἀποδιωχθεὶς παρὰ Βαρὰμ, καὶ τῆς βασιλείας ἐκπεσὼν, καὶ δέκα σημείοις ἐχόμενος τοῦ Κιρκήνσίου τῆς πόλεως ἀγραυλιζόμενος, ἀπεκπέμπει ἀγγέλους, παραδηλῶν τὴν ἄφιξιν, καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγὴν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος, ἡξίου συμμαχικὸν ἀπὸ Ῥωμαίων ἀποίσεσθαι. Τρίτῃ γοῦν φυλακῇ τῆς νυκτὸς καὶ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. Ἐπειδὴ τοῖς πυλωροῦσι τὰ τοῦ χίου διεξοδευόμενα ὑπὸ πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλελς οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες, προΐεσαν, τῷ τε ἡγεμόνι συντόνου σπουδῆς τὴν περιπέτειαν ἀνετίθεσαν. Τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. Ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει· δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζε. Τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα, λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου· τούς τε ὑπασπιστὰς καὶ περιπόλους τριάκοντα. . . ρία τῳ Χοσρόῃ ὑπῆρχον. Εὖ ἐποίει κάρτα ἐπιεικῶς. Δευτέρᾳ δὲ ἡμέρᾳ καὶ Χοσρόης ἐζήτει τὸν Πρόβον διὰ γράμματος πρέσβεων παρὰ τὸν Καίσαρα. Καὶ ἐγχαράξας βασιλείους κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλε. Τῇ δὲ ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν ἰερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ἐς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξίᾳ γεγραμμένα τῷ Καίσαρι. Ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν ἱερὰν πόλιν τοῖς ταχυδρομοῦσιν ἄγγελον παρεδίδου ἥξοντα εἰς βασιλέα. Ὁ δ´ αὐτοκράτωρ Μαυρίκιος, τούτων ἀκηκοὼς, περιγάννυται, καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν. Τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο, διερευνᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι· ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο. Ἐπὶ λέξεως γὰρ προσθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθείᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτριαώμεθα. Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφανεστάτῳ βασιν λεῖ τῶν Ῥωμαίων ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φελευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικουμένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ, χαίρειν. Δύο τιοὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ Θεῖον ἐπραγματεύαατο, τουτέστιν τῇ δυνατωτάτῃ τῶν Ῥωμαίων βασιλείᾳ, καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις τῆς Περσῶν πολιτείας. Ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς, τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζεται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός· καὶ ἴστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις ῥήμασιν συμφωνοῦσαν. Ἐπεὶ τοίνυν καὶ οἴτινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ Θεοῦ καλῶς τεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις· πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσΒαι, ἔχοντας ἀπὸ τοῦ Θεοῦ σοφίας θησαυμν, καὶ δικαιοσύνης βραχίονα καὶ ὅπλα. Κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ