Ancient Greek
484
Theophylactus Simocatta, Excerpta de legationibus 484
Unproofread scanNot analysed yet
τιὸέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν, καὶ τοὺς ἄλας τῆς φιλοφροσύνης ὑπὸ τὰς πτέρνας καταβαλλόμενος, πεμπταῖον ἄγγελον κατέπεμπε τοῖς τὴν Μαρτυρόπολιν κατοικοῦσι Χαλδαίοις, ἐγκελευόμενος, ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ, καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν. Ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ ἐνεχείρει ὡς βασιλέα γενέσθαι Ῥωμαίων. Ὁ μὲν οὗν Μαυ ρίκιος τὴν τούτου ἔφεσιν διαγνοὺς, γράμμασι βασιλείοις τὴν ὡς αὐτὸν ἐνδημίαν ἐνέκοπτε, δόξης ὑπερορῶν, τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος. Διενοῖτο γὰρ ὡς οὐ δεῖ πόῤῥω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι τοῦτον, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ τῆς τυραννίδος καθιδρυνθείη ἐγχείρημα. Ἦρος δ´ ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμψεν. Ὁ μὲν οὖν αὐτοκράτωρ βασιλικῶς Ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρα, ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. Σωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον, κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτιρμοὺς ἀποθηρώμενος, τῶνδε τῶν λόγων ἀπήρξατο. ΚΚΑεχθέντων δὲ μεταξὺ πολλῶν καὶ τούτων οὔτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρες κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπότε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ Ῥωμαίους, τῷ δὲ Βαρὰμ κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον· ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ βασιλέως κρίναντος, ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι· καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ Ῥωμαίους αἰσχίστην ἀναδεξαμένους, ὑπόθεσιν, ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. Τὰ μὲν οὖν περὶ τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξήχει τότε καὶ ἐπεπόλαζε. Πεμπταῖοι δ´ οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς, ἐν γράμμασι τὸ παρὰ τῶν βασιλέων ἀποφέρονται ψήφισμα. Τόντε Σα [αράμην]. . . μὲν καὶ Χοσροπερόζην, τούς τε ἄλλους τοὺς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ἤρκει τὸ Ρωμαϊκὸν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς πρέσβεσιν ἐξαπέστειλεν. Ὁ δὲ Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ βασιλέως διαγνοὺς, τήν τε τῶν Ῥωμαίων ἀγασθεὶς ἀρετὴν, τὴν ἱερὰν πόλιν καταλιπῶν, ἅμα Κομεντιόλῳ ἐς Κωνσταντίναν τὸ ἄστυ ἀφίκετο· μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτινῆς προεστὼς(ομετιανὸς δ´ ἄρα οὗτος], βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην· ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ, τὴν τιμὴν ἱερεὺς, τὴν δε περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδὺς, τὴν πρᾶξιν ταχὺς, τὴν συμβουλὴν ἐμφρονέστατος. Συνείπετο δὲ αὐτῷ ὄτε Γρηγόριος ὁ τῆς Ἀντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος. Ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ· καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. Παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντίναν, λόγοις καὶ δώροις παρηγοροῦν Χοσρόην, ἐπιτεύξεις ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι.