Ancient Greek
214.1
Theopompus Hist., Testimonia 214.1
Unproofread scanNot analysed yet
ΑΠΟΛΛΟΔΩΡΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ Α, ζ', η'. τὴν θάλασσαν, χερσὶν ἀρουμενὴ τὰ κύματα τοῖς κόλποῖς ἐνεφόρει. 4 Συνελθὼν δὲ αὐτῇ Ποσειδῶν, δύο ἐγέννησε παῖδας, 5 Ὠτον καὶ Ἐφιάλτην, τοὺς Ἀλωειδας λεγομένους. 6 Οὗτοι κατ' ἑνιαυτὸν ἠύξανον πλάτος μὲν πηχυαῖον, μήκος δὲ ὀργυιαῖον· ἐννέα δὲ ἐτῶν γενόμενοι, καὶ τὸ μὲν πλάτος πηχῶν ἔχοντες ἐννέα, τὸ δὲ μέγεθος ὀργυιῶν ἐννέα, πρὸς θεὸν μάχεσθαι διενόουντο, καὶ τὴν μὲν Ὄσσαν ἐπὶ τὸν Ὀλυμπον ἔθεσαν, ἐπὶ δὲ τὴν Ὄσσαν θέντες τὸ Πήλιον, διὰ τῶν ὄρῶν τούτων ἤπειλουν εἰς οὐρανὸν ἀναβήσεσθαι· καὶ τὴν μὲν θάλασσαν, χῶσαντες τοῖς ὄρεσι, ποιήσειν ἔλεγον ἤπειρον, τὴν δὲ γῆν, θάλασσαν. 7 Ἐμνῶντο δὲ, Ἐφιάλτης μὲν Ἥραν, Ὠτὸς δὲ Ἄρτεμιν. Ἔδῃσαν δὲ καὶ Ἄρην. Τοῦτον μὲν οὖν Ἐρμῆς ἐξέκλεψεν. Ἄνελιε δὲ τοὺς Ἀλωειδας ἐν Νάξῳ Ἄρτεμις δι' ἀπάτης· ἀλλὰξασα γὰρ τὴν ἰδέαν εἰς ἔλαφον, διὰ μέσου αὐτῶν ἐπτήδυσεν· οἱ δὲ βουλόμενοι εὐστοχῆσαι τὸ θηρίον, ἐφ' ἑαυτοὺς ἠκόντισαν.