Ancient Greek
216.51
Theopompus Hist., Testimonia 216.51
Unproofread scanNot analysed yet
Διομήδην. τευσάμενος, ὑπὸ Μελανίππου τραυδὲς ἀπέθανεν. 6 Οἰνέας βασιλείαν, τῷ πατρὶ ἔδοχαν· καὶ προσέτι ζῶντα τὸν Οἰνέα καθειρῶσαντες ἠκίζοντο. ² Ὑστερον δὲ Διομήδης ἐξ Ἄργους παραγενόμενος μετ’ ἄλλου κρύψα, τοὺς μὲν Ἀγρίου πειδάς, χωρὶς Ὀρχηστοῦ καὶ Θερσίτου, πάντας ἀπέκτεινεν· οὗτοι γὰρ φθάσαντες εἰς Πελοπόννησον ἐφυγον. Τὴν δὲ βασιλείαν, ἐπειδὴ γηραιδὸς ἦν ὁ Οἰνεύς, Ἀνδραίμονι τῷ τὴν θυγατέρα τοῦ Οἰνέως γήματι δέδωκε· τὸν δὲ Οἰνέα εἰς Πελοπόννησον ἤγεν. ³ Οἱ δὲ διαφυγόντες Ἀγρίου παῖδες, ἐνεδρεύσαντες περὶ τὴν Τηλέφου ἐστίαν τῆς Ἀρκαδίας, τὸν πρεσβύτην ἀπέκτειναν. Διομήδης δὲ τὸν νεκρὸν εἰς Ἄργος κομίσας ἔθαψεν, ἔνθα νῦν πόλις ἀπ’ ἐκείνου Οἰνὴ καλεῖται, καὶ γήμας Αἰγιάλειαν τὴν Ἀδράστου, ὡς δὲ ἔνιοι φασί, τὴν Αἰγιαλέως, ἐπὶ τε Θήβας καὶ Τροίαν ἐστράτευσεν.