Ancient Greek
219.1
Theopompus Hist., Testimonia 219.1
Unproofread scanNot analysed yet
Νηλέα. 2 Τελειωθέντες δὲ ἀνεγνώρισαν τὴν μητέρα, καὶ τὴν μητριαν ἀπέκτειναν Σιδηρώ· κακοημένην γὰρ γυνόνας ὑπ’ αὐτῆς τὴν μητέρα, ὤργισαν ἐπ’ αὐτήν· ἥ δὲ φράσασα, εἰς τὸ τῆς Ἥρας τέμενος κατέφυγε. Πελίας δὲ ἐπ’ αὐτῶν τῶν βωμῶν αὐτὴν κατέσφαξε· καὶ καθόλου διετέλει τὴν Ἥραν ἀτιμάζων. (9) Ἐκτασάσαν δὲ ὑστερον πρὸς ἀλλήλους. Καὶ Νηλὲς μὲν ἐκπεσών, ἦλθεν εἰς Μεσσήνην, καὶ Πύλον κτίζει· καὶ γαμεῖ Χλωρίδα τὴν Ἀμφίονος, ἐξ ἧς αὐτῷ γίνεται θυγάτηρ μὲν Ἥρω· ἀρρένες δὲ Ταῦρος καὶ Ἀστέριος, Πυλάων, Δημάχος, Εὐρύβιος, Ἐπίδαος, Ῥάδιος, Εὐρυμένης, Εὐάγορας, Ἀλάστωρ, Νέστωρ, Περικύμηνος. 2 Ὡ δὲ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς. Καὶ μαχομένος, ὅτε Ἡρακλῆς ἐξεπόρθησε Πύλον, γινόμενος διὲ μὲν λέων, διὲ δὲ δράκ, διὲ δὲ μέλισσα, ὑφ’ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν. 3 Ἐσώθη δὲ Νέστωρ μόνος, ἐπειδὴ παρὰ Γερηνίους ἐτρέφετο· ὅς γήμας Ἀναξίβιαν τὴν Κρατίου, θυγατέρας μὲν Πεισιδίχην καὶ Πολυκάστην ἐγέννησε· παῖδας δὲ, Περσέα, Στρατίων, Ἄρρητον, Ἐχέφροντα, Πεισίστρατον, Ἀντίλοχον, Θρασυμήδην. (10) Πελίας δὲ περὶ Θεσσαλίαν κατοικεῖ, καὶ γήμας Ἀναξίβιαν τὴν Βιάντος, ὡς δὲ ἔνιοι λέγουσι, Φιλομάχην τὴν Ἀμφίονος, ἐγέννησε παῖδα μὲν Ἄκαστον, θυγατέρας δὲ Πεισιδίχην, Πελόπειαν, Ἵπποθόην, Ἄλκησίν.