Ancient Greek
23.2
Theopompus Hist., Testimonia 23.2
Unproofread scanNot analysed yet
Πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳ τε καὶ Περγᾶμῳ γενέσθαι βασιλεῖς ἐπὶ κτήσει παλαιῶν βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο σύγγραμμα· λαβεῖν δ᾽ ἀρχαίων μισθὸν τῶν κομιζόντων αὐτοῖς συγγράμματα παλαιοῦ τινὸς ἀνδρὸς, οὕτως ἤδη πολλὰ ψευδῶς ἐπιγραφόντες ἐκομίζον. Ἄλλ᾽ οὗτοι μὲν οἱ βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον· ὁ δὲ Πλάτων ἄνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα μηδέπω πεπανουργημένων τῶν ἐπιγραφῶν, ἀλλ᾽ ἑκάστου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος