Ancient Greek
244.3
Theopompus Hist., Testimonia 244.3
Unproofread scanNot analysed yet
13 Ὡς δὲ ἦκεν εἰς Ὑπερβορέους πρὸς Ἄτλαντα, εἰπόντος Προμηθέως τῷ Ἡρακλεῖ, αὐτὸν ἐπὶ τὰ μῆλα μὴ πορεύεσθαι, διαδεξάμενον δὲ Ἄτλαντος τὸν πόλον, ἀποστελεῖν ἐκεῖνον, πεισθεὶς [δὲ] διεδέξατο. 14 Ἄτλας δέ, δρεψάμενος παρ’ Ἑσπερίδων τρία μῆλα, ἦκε πρὸς Ἡρακλέα. Καὶ μὴ βουλομένου τὸν πόλον ἔχειν, **καὶ σπεῖραν ἐπὶ τῆς κεφαλῆς θέλειν ποιήσασθαι. (Lacuna suppleri potest ex Sch. Ap. Rh. 2, 396. Τὰ μὲν μῆλα αὐτὸς φησιν ἀπολεῖν Εὐρύσθεῖ, τὸν δὲ οὐρανὸν ἐκλεῦσιν ἐκεῖνον ἔχειν ἀντ’ αὐτοῦ. Ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος δολῷ ἀντεπόθηκεν αὐτὸν τῷ Ἄτλαντι, κατὰ τὴν τοῦ Προμηθέως ὑποθήκην· κελεύει γάρ, ὥσπερ ἐκεῖνος ὑπέθετο, τὸν Ἄτλαντα δέξασθαι τὸν οὐρανόν, ἕως οὗ σπεῖραν ἐπὶ τὴν κεφαλὴν ποιήσεται.) 15 Τοῦτο ἀκούσας Ἄτλας, ἐπὶ γῆς καταθεὶς τὰ μῆλα, τὸν πόλον διεδέξατο. Καὶ οὕτως ἀναλόμενος αὐτά, Ἡρακλῆς ἀπηλλάττετο. 16 Ἐνιοὶ δὲ φασιν, οὐ παρὰ Ἄτλαντος αὐτὰ λαβεῖν, ἀλλὰ αὐτὸν δρέψασθαι τὰ μῆλα, κτείναντα τὸν φρουροῦντα ὄφιν. 17 Κομίσας δὲ τὰ μῆλα Εὐρύσθεῖ ἔδωκεν· ὁ δὲ λαβὼν, Ἡρακλεῖ ἐδωρήσατο. Παρ’ οὐ λαβοῦσα Ἀθηνᾶ, πάλιν αὐτὰ ἀπεχώρισεν· ὅσον γὰρ οὐκ ἤν αὐτὰ τεθῆναι που.