Ancient Greek
245.53
Theopompus Hist., Testimonia 245.53
Unproofread scanNot analysed yet
λεύων, τοὺς μὲν παρὰ τὴν Ἔφεσον Κέρκωπας συλλαβὼν ἔδῃσε. 3Συλεὰ δὲ ἐν Αὐλίδι τοὺς παρόντας ξένους σκάπτειν ἀναγκάζοντα, σὺν ταῖς ρίζαις τὰς ἀμπέλους σκάφας, μετὰ τῆς θυγατρὸς Ξενοδίκης ἀπέκτεινε. 4Καὶ προσσχὼν νήσῳ Δολίχῃ, τὸ Ἰκάροῦ σῶμα ἰδὼν τοῖς αἰγυλίοις προσφερόμενον, ἔθαψε, καὶ τὴν νῆσον ἀντὶ Δολίχης Ἰκαρίαν ἔκαλεσεν. Ἀντὶ τούτου Δαίδαλος ἐν Πίσῃ εἰκόνα παραπλησίαν κατεσκεύασεν Ἡρακλεῖ· ἣν νυκτὸς ἀγνοήσας Ἡρακλῆς, λίθῳ βαλὼν, ὡς ξιπνοῦν ἐπλήξε. 5Καθ’ ὃν δὲ χρόνον ἐλάτρευε παρ’ Ὀμφαλῇ, λέγεται τὸν ἐπὶ Κόλχους πλοῦν γενέσθαι, καὶ τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, καὶ Θησέα παραγεγόναι, ἐκ Τροιζήνος (εἰς) τὸν Ἰσθμὸν καθῆραι.