Ancient Greek
260.1
Theopompus Hist., Testimonia 260.1
Unproofread scanNot analysed yet
158 ΑΠΟΛΛΟΔΩΡΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ Γ, ς'. λέοντος καὶ πτέρυγας ὄρνιθος. 4Μαθοῦσα δὲ αἴνιγμα παρὰ Μουσῶν, ἐπὶ τὸ Φίκειον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προὔτεινε Θηβαίοις. 5Ὑν δὲ τὸ αἴνιγμα · τί ἐστιν, δ μίαν ἔχον φωνήν, τετράποδον καὶ δίποδον καὶ τρίποδον γίνεται; 6Χρησμοῦ δὲ Θηβαίους ὑπάρχοντος, τῇνικαῦτα ἀπαλλαγῆναι τῆς Σφίγγος, ἵνκα ἂν τὸ αἴνιγμα λύσωσι, (καὶ) συνιόντες εἰς αὐτὸ πολλάκις, ζητεῖ (ζητοῦν;) · τί τὸ λεγόμενόν ἐστιν. 7Ἐπεὶ δὲ μὴ εὕρισκον, ἀρπάσασα ἕνα, κατεβίβρωσκε. 8Πολλῶν δὲ ἀπολλυμένων, καὶ τὸ τελευταῖον Αἴμωνα τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαίου δώσειν γυναῖκα. 9Οἰδίπους δὲ ἀκούσας ἔλυσε, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφίγγος λεγόμενον, ἀνθρώπων εἶναι· γεννᾶσθαι γὰρ τετράποδον βρέφος τοῖς τέτταρσιν ὀχούμενον καλοῖς· τελειούμενον δὲ τὸν ἀνθρώπον δίποδον· γηράοντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον. 10Ὡ μὲν οὖν Σφίγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἐξέριψεν· Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν· καὶ παῖδας ἐτεκνώσεσ ἐξ αὐτῆς Πολυνεῖκην καὶ 11Ἐτεοκλέα, θυγατέρας δὲ 12Ἰσμήνην καὶ Ἀντιγόνην. Εἰσὶ δὲ, οἱ γεννηθῆναι τὰ τέκνα φασιν ἐξ Εὐρυγανείας τῆς Τεύθραντος.