Ancient Greek
263.1
Theopompus Hist., Testimonia 263.1
Unproofread scanNot analysed yet
1 τος δὲ αὐτοῦ χειμένον, παρὰ Διὸς αἰτησαμένην Ἀθηνᾶ φάρμακον ἤνεγκε, δι’ οὗ ποιεῖν ἐμελλεν ἀθάνατον αὐτόν. 4 Ἀμφιάρᾱος δὲ αἰσθόμενος τοῦτο, μισῶν Τυδέα ὅτι παρὰ τὴν ἐκείνου γνώμην εἰς Θήβας ἐπεῖσε τοὺς Ἀργείους στρατεύεσθαι, τὴν Μελανίππου κεφαλήν ἀποτεμὼν ἔδωκεν αὐτῷ· (τιρωσάμενος δὲ Τυδέας ἐκτεῖνεν αὐτόν.) 5 Ὁ δὲ διελὼν τὸν ἐγκέφαλον ἐξερρόφησεν αὐτόν. Ὥς δὲ εἶδεν Ἀθηνᾶ, μισαχθεῖσα τὴν εὐεργεσίαν ἐπέσχε τε καὶ ἐφθόνεσεν. 6 Ἀμφιαρῶν δὲ φεύγοντι παρὰ ποταμὸν Ἴσμηγνόν, πρὶν ὑπὸ Περιχλυμένου τὰ νῶτα τραφῆ, Ζεὺς κεραυνὸν βαλὼν τὴν γῆν διέστησεν. Ὁ δὲ σὺν τῷ ἅρματι καὶ τοῖς ἡνίοχοις Βάτωσι, ὡς δὲ ἔνιοι, Ἐλαττωνῷ, ἐκρύφη, καὶ Ζεὺς ἀθάνατον αὐτὸν ἐποίησεν. 7 Ἀδραστον δὲ μόνον ἵππος διέσωσεν Ἄριων. Τοῦτον ἐκ Ποσειδῶνος ἐγέννησε Δημήτηρ εἰκασθεῖσα Ἐρινύϊ κατὰ τὴν συνουσίαν.