Ancient Greek
270.1
Theopompus Hist., Testimonia 270.1
Unproofread scanNot analysed yet
Ἰάλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὐμηλὸς Ἀδμήτου, Πολυπότης Πειρίθου, Λεοντεύς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐδαιμονος, Πρωτεσίλαος Ἰφίκλου, Μενέλαος Ἀτρέως, Αἴας καὶ Τεύκρος Τελαμῶνος, Πάτροκλος Μενοίτου. 9 Τούτων δρῶν τὸ πλήθος Τυνδάρεως, ἐδεδόκει, μὴ, κριθέντος ἑνὸς, στασιάσωσιν οἱ λοιποί. 2 Ὑποσχόμενὸν δὲ τοῦ Ὀδυσσέως, ἐὰν συλλάβῃται πρὸς τὸν Ἠγελότῃς αὐτῷ γάμον, ὑποθήσεσθαι τρόπον τινά, δι’ οὐ μηδεμία γενήσεται στάσις· ὡς ὑπέσχετο αὐτῷ συλλήψεσθαι δὲ Τυνδάρεως, πάντας εἶπεν ἐξορᾶσθαι τοὺς μνηστῆρας βοηθήσειν, ἐὰν ὁ προκριθεὶς νυμφίος ὑπὸ ἄλλου τινὸς ἀδικῆται περὶ τὸν γάμον. 3 Ἀκούσας δὲ τούτω Τυνδάρεως τοὺς μνηστῆρας ἐξορᾶζει· καὶ Μενέλαον μὲν αὐτὸς αἱρεῖται νυμφίον, Ὀδυσσεὶ δὲ παρὰ Ἰκαρίου μνηστεύεται Ἠγελότῃν.